Chrysostom on Eph 5:22ff.

The Greek text is from Documenta Catholica Omnia, though I’ve removed the numbers and set line breaks based on the punctuation. I haven’t yet finished a translation of this section. I’ve actually haven’t done much more than the first couple sentences, so for now, we’ll just have the Greek. English will appear eventually. I’ll do this in parts – here is part αʹ.

ΟΜΙΛΙΑ Κʹ.
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
Ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
αʹ.
Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ θεὶς, ἓν καὶ τοῦτο τέθεικεν ἐν τάξει μακαρισμοῦ·
Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη.
Καὶ πάλιν ἀλλαχοῦ μετὰ τῶν μακαρισμῶν αὐτὸ τίθησι, τὸ γυναῖκα ἀνδρὶ μετὰ ὁμονοίας συνεῖναι.
Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιημένος τῆς συζυγίας ταύτης·
καὶ ὡς περὶ ἑνὸς, περὶ ἀμφοτέρων διαλεγόμενος, οὕτως ἔλεγεν·
Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ.
Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγμένος.
Διὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν μακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ φίλων καὶ ὁμοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ μητέρα, οὐ τέκνον, οὐκ ἀδελφὸν, οὐ φίλον, ἀλλὰ τί;
Ἔπεσεν ἐπ’ ἐμὲ ἡ ἀγάπησίς σου, φησὶν, ὡς ἀγάπησις τῶν γυναικῶν.
Ὄντως γὰρ, ὄντως πάσης τυραννίδος αὕτη ἡ ἀγάπη τυραννικωτέρα.
Αἱ μὲν γὰρ ἄλλαι, σφοδραί·
αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀμάραντον.
Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα.
Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀνδρὸς ἡ γυνὴ, καὶ μετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναικὸς ἀνὴρ καὶ γυνή.
Ὁρᾷς σύνδεσμον καὶ συμπλοκὴν, καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν ἔξωθεν;
Καὶ ὅρα πόσα ᾠκονόμησε.
Τὴν ἀδελφὴν ἠνέσχετο γαμῆσαι αὐτὸν τὴν αὑτοῦ, μᾶλλον δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, μᾶλλον δὲ οὐ τὴν θυγατέρα, ἀλλά τι πλέον θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ.
Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων.
Οὔτε γὰρ ἔξωθεν αὐτὴν εἰργάσατο, ἵνα μὴ ὡς ἀλλοτρία προσέχῃ·
οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται.
Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν στρέφηται μόνον πάντα εἰκῆ·
κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυμαστὸν τὸ δένδρον·
οὕτω δὴ καὶ ἐνταῦθα, ἐξ ἑνὸς τοῦ Ἀδὰμ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ μὴ διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην μεγάλην.
Καὶ μᾶλλον συστέλλων, οὐκέτι ἐποίησεν ἀδελφὰς γαμεῖσθαι καὶ θυγατέρας, ἵνα μὴ πάλιν τὴν ἀγάπην εἰς τὸ ἓν συστέλλωμεν, καὶ ἑτέρως ἑαυτῶν χωριζώμεθα.
Διὰ τοῦτο ἔλεγεν·
Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλα [62.136] καλὰ καὶ οἰκίαις καὶ πόλεσιν.
Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός·
ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν.
Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν ὑπὲρ τούτου τοῦ πράγματος ἐποιήσατο τὴν σπουδὴν Παῦλος, λέγων·
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.
Τί δήποτε;
Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γείτονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγενεῖς·
ἐὰν δὲ τοὐναντίον, πάντα ἀνατέτραπται καὶ συγκέχυται.
Καὶ καθάπερ τῶν στρατηγῶν πρὸς ἀλλήλους εἰρηνευόντων, πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττομένων πάλιν ἐκείνων, πάντα ἄνω καὶ κάτω γίνεται·
οὕτω δὴ καὶ νῦν.
Διὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.
Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις·
Ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆσαί μοι;
Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι;
Καὶ σφόδρα μὲν οὖν χρή·
ἀλλὰ τὸ, ὡς, οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν.
Ἢ τοῦτό φησιν·
Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ δουλεύετε·
ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον·
ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ πείθεσθαι.
Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκε, πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη.
Οὕτως ἐξ ἀρχῆς ἠθέλησε, φησὶν, ὁ Θεός.
Ὑποθώμεθα οὖν τὸν μὲν ἄνδρα ἐν τάξει κεῖσθαι κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώματος.
Εἶτα καὶ ἀπὸ λογισμῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
Ἀλλ’ ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώματος·
καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν.
Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.

One thought on “Chrysostom on Eph 5:22ff.

  1. Here’s my rough attempt at the beginning:

    Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
    Ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.

    Wives, be subject to your husbands, as to the Lord. For the husband is head of the wife just as Christ is head of the Church, and he himself is savior of the body. But, as the Church is subject to the Lord, so also, wives to their husbands, in everything.

    αʹ.
    Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ θεὶς, ἓν καὶ τοῦτο τέθεικεν ἐν τάξει μακαρισμοῦ·

    A wise man [Ben Sira], in the list of many blessings he emphasized, emphasized this one in the blessing list also:

    Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη.

    “A wife,” he said, “well-adjusted to a husband.” [Ben Sira 25:1]

    Unfortunately, Ben Sira 25:1 is not extant in Hebrew.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s